Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.469 | Joseph. BJ 2.475 (English) | >>Joseph. BJ 2.480 |
2.472Σκυθοπολῖται , καθʼ ὑμῶν , οἳ τοσούτῳ φόνῳ συγγενῶν τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπιστωσάμεθα . τοιγαροῦν οἷς ἄπιστον μὲν εὐλόγως εὕρηται τὸ ἀλλόφυλον , ἠσέβηται δὲ εἰς ἔσχατα τὸ οἰκεῖον , θνήσκωμεν ὡς ἐναγεῖς χερσὶν ἰδίαις · οὐ γὰρ πρέπον ἐν ταῖς τῶν πολεμίων .
2.473τὸ αὐτὸ δʼ ἂν εἴη μοι καὶ ποινὴ τοῦ μιάσματος ἀξία καὶ πρὸς ἀνδρείαν ἔπαινος , ἵνα μηδεὶς τῶν ἐχθρῶν τὴν ἐμὴν αὐχήσῃ σφαγὴν μηδʼ ἐπαλαζονεύσηται πεσόντι .”
2.474ταῦτα εἰπὼν ἐλεοῦσιν ἅμα καὶ τεθυμωμένοις ὄμμασιν περισκέπτεται τὴν ἑαυτοῦ γενεάν · ἦν δʼ αὐτῷ καὶ γυνὴ καὶ τέκνα καὶ γηραιοὶ γονεῖς .
2.475ὁ δὲ πρῶτον μὲν τὸν πατέρα τῆς πολιᾶς ἐπισπασάμενος διελαύνει τῷ ξίφει , μεθʼ ὃν οὐκ ἄκουσαν τὴν μητέρα κἀπὶ τούτοις τήν τε γυναῖκα καὶ τὰ τέκνα , μόνον οὐχ ὑπαπαντῶντος ἑκάστου τῷ ξίφει καὶ σπεύδοντος φθάσαι τοὺς πολεμίους .
2.476ὁ δὲ διελθὼν πᾶσαν τὴν γενεὰν καὶ περίοπτος ἐπιστὰς τοῖς σώμασιν τήν τε δεξιὰν ἀνατείνας , ὡς μηδένα λαθεῖν , ὅλον εἰς τὴν ἑαυτοῦ σφαγὴν ἐβάπτισεν τὸ ξίφος , ἄξιος μὲν ἐλέους νεανίας διʼ ἀλκὴν σώματος καὶ ψυχῆς παράστημα , τῆς δὲ πρὸς ἀλλοφύλους πίστεως ἕνεκεν ἀκολούθοις πάθεσι χρησάμενος .
-- --
2.477
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.469 | Joseph. BJ 2.475 (English) | >>Joseph. BJ 2.480 |